Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
152.p461
152.p461
Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης. σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταρρᾳθυμῆσαι,
152.p461
1
152.p461
ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς· ὀκνοῦμεν δι’ ὄχλου γίνεσθαι
152.p461
2
152.p461
ἀνδρὶ τοσούτῳ. εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα
152.p461
παρ
152.p461
ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως
152.p461
3
152.p461
καὶ γράψομέν γε εἰς
152.p461
4
152.p461
τὸ ἐφεξῆς, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθʼ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπʼ ἀρχῆς εἰς τέλος διασωσάμενος.