Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
156.p469
156.p469
Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος; ἢ
156.p469
1
156.p469
τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον; σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας, οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκα
156.p469
2
156.p469
μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτὲ τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν τούτων πρωτείων. καὶ γὰρ ἂν εἴημεν
156.p469
ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς ἐκκλησιῶν ἐφηδόμενοι,
156.p469
3
156.p469
καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. οὐ γὰρ ἀγνοεῖ σου ἡ τελεία φρόνησις, ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς,
156.p469
4
156.p469
εἰ μέλλοι
156.p469
5
156.p469
τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. οἶδας δὲ ὃ λέγω, καὶ εἰ δεῖ τρανότερον εἰπεῖν, οὐδεὶς ὁ φόβος.
156.p470
156.p470
Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε, οὐδʼ ἐπιστολὴ μία, οὐδὲ χρόνος βραχύς. τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀντιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγματος. τάχα δὲ οὐδʼ ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, ᾧ ἡ φροντὶς ἀνῆκε
156.p470
1
156.p470
προηγουμένως τῆς ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημήσειν
156.p470
2
156.p470
τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον, οὐ μόνον καθότι τὸ σῶμά
156.p470
μοι
156.p470
3
156.p470
ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλʼ ὅτι καὶ αἱ τῶν Ἀρμενιακῶν ὀρῶν αἱ
156.p470
4
156.p470
ὑπερβάσεις μικρὸν ὕστερον ἄβατοι
156.p470
5
156.p470
γίνονται καὶ τοῖς πάνυ καθʼ ἡλικίαν σφριγῶσι. γράμματι δὲ αὐτῷ σημᾶναι
156.p470
6
156.p470
ταῦτα οὐ παραιτήσομαι. οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀνδρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων· ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσωπεῖν ὁ διαπεμπόμενος λόγος. πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα, καὶ ἀνθυπενεγκεῖν
156.p470
7
156.p470
τὰ ὑφορμοῦντα, ὧν οὐδὲν δύναται ὁ ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος.
156.p471
156.p471
Πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐκ
156.p471
1
156.p471
ἀποκνήσω γράψαι. γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖν
156.p471
2
156.p471
ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα τῇ τοῦ Θεοῦ χάριτι ἰδιάζουσά ἐστι φιλονεικία. οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα, οἷς ἕκαστος ὑπεύθυνος ἢ ἔστιν ἢ ὀνομάζεται. ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλισιν,
156.p471
3
156.p471
μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. μόνον εἰ εὐδοκία γένοιτο
156.p471
4
156.p471
τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι.
156.p472
156.p472
Ελύπησε δὲ ἡμᾶς ὁ ποθεινότατος υἱὸς Δωρόθεος
156.p472
1
156.p472
ὁ συνδιάκονος, ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου, ὅτι ὤκνησας μετασχεῖν αὐτῷ τῆς συνάξεως.
156.p472
καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα,
156.p472
2
156.p472
εἴ τι ἐγὼ μέμνημαι. ἀποστεῖλαι μέντοι πρὸς τὴν δύσιν ἐμοὶ μὲν παντελῶς ἐστὶν ἀδύνατον, οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύτην ἐπιτηδείων. τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλονότι καὶ πρὸς τίνας ὁρμήσει, καὶ ἐπὶ ποίῳ σκοπῷ, καὶ παρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι, καὶ ποταποῖς τούτοις. ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθʼ ἑαυτοῦ οὐδένα. καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆναι τοῖς μὴ κάμψασι γόνυ τῇ
156.p472
3
156.p472
Βάαλ. πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας. οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.