Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
160.p478
160.p478
Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ Διοδώρου. δοκεῖ γάρ μοί τις τῶν τεχνικῶν,
160.p478
1
160.p478
τὸ σὸν πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. ὅς γε, ἐρωτηθεὶς ὑπό τινος, εἰ θεμιτὸν
160.p478
αὐτῷ
160.p478
2
160.p478
πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοήν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως
160.p478
3
160.p478
καὶ ἀγωνιστικῶς συγκατέπραξεν. εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκεις
160.p478
4
160.p478
σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθʼ ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας.
160.p479
160.p479
Πρῶτον μὲν οὖν, ὃ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρʼ ἡμῖν ἔθος, ὃ ἔχομεν προβάλλειν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑφʼ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτον,
160.p479
1
160.p479
μηθʼ ὅλως εἰς ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπʼ ἀλλήλων. ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ καλοῦ
160.p479
2
160.p479
φυλακήν. ἐπειδὴ δὲ ὁ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι· καίτοι γε
160.p479
ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρʼ ἑκάστου πρόληψις.
160.p480
160.p480
Γέγραπται,
160.p480
1
160.p480
φησίν, ἐν τῷ Λευιτικῷ· Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς. δῆλον δὴ οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ· ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἐπεὶ οὕτω γε καὶ περιτομῇ, καὶ Σαββάτῳ, καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπʼ ἀδελφῇ. εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. τὸ δʼ ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπʼ ἐκείνου ἁρμόζει. γέγραπται γάρ, φησίν· οὐ λήψῃ ἀντίζηλον, ὡς
160.p480
2
160.p480
τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. ὁ δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ
160.p480
ἦθος τῶν ἀδελφῶν. ἀνῃρημένης οὖν τῆς αἰτίας, δι’ ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ κωλῦον ἔσται
160.p480
3
160.p480
λαμβάνειν τὰς ἀδελφάς; ἀλλʼ οὐ γέγραπται ταῦτα, φήσομεν. ἀλλʼ οὐδὲ ἐκεῖνα ὥρισται. ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέραις
160.p480
4
160.p480
τὴν ἄδειαν δίδωσιν. ἔδει δέ, καὶ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων.
160.p481
160.p481
Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλʼ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίσταται. ἔχει γὰρ οὕτως ἡ λέξις. κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπʼ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. ὥστε τοῦτο εἰκός
160.p481
1
160.p481
που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι· διὸ μηδὲ τῆς ἐπʼ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλʼ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. πῶς οὖν, τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἐσιώπησεν; ὅτι ἐδόκει πολλοὺς
160.p481
2
160.p481
τῶν φιλοσάρκων, πρὸς τὸ ἔτι ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου.
160.p482
160.p482
Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; τὰ γεγραμμένα λέγειν, ἢ τὰ σιωπηθέντα προσεξεργάζεσθαι; αὐτίκα τὸ μὴ δεῖν μιᾶ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλενϲ ὡς καὶ ἀπόστολος Παῦλός φησι· Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀρρένων ἀρρητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων. ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις.
160.p483
160.p483
Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. τὸ γάρ. Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδʼ ἀδελφὴν γυναικός, διότι
160.p483
μηδὲ ἀδελφὴν ἑαυτοῦ. καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. κοινὰ γὰρ ἐπʼ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἐὰν δέ μοι παραναγινώσκῃ τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. εἰ οὐκ ἐγκαρτερεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ
160.p483
1
160.p483
καὶ γαμοῦντες παρανομείτωσαν.
160.p484
160.p484
Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν;
160.p484
1
160.p484
ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένος
160.p484
2
160.p484
τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς
160.p484
τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται.
160.p485
160.p485
Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά με
160.p485
1
160.p485
λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει
160.p485
2
160.p485
τῆς ἐπιστολῆς· εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.

Intertext edge

Open linked passage

Note