Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
164.p493
164.p493
Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως
164.p493
ἐνδείξασθαι δυνηθείημεν, ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνάργειαν·
164.p493
1
164.p493
αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ
164.p493
2
164.p493
εἰκάζειν ὀφείλεις, τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. τί γὰρ οὐκ εἶχε τὰ γράμματα; οὐ τὴν πρὸς Κύριον ἀγάπην; οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπʼ ὄψιν ἡμῖν
164.p493
3
164.p493
ἀγαγεῖν τὰ πράγματα; οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; οὐχ ὅ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ ἐκκλησίαι τοῦ Θεοῦ, ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν,
164.p493
4
164.p493
εἰρήνην ἐκείνην, ἣν ὁ Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδʼ ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπʼ ἀλλήλων ἀπεδιώξαμεν. πλὴν ἀλλʼ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς
164.p493
5
164.p493
μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν
164.p493
ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, δι’ ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο;
164.p493
6
164.p493
τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα.
164.p494
164.p494
Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες, καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρασχομένην τῆς εὐσεβείας τὰ σπέρματα, εὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρʼ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τὴν τῶν αἱρετικῶν δυναστείαν. σχεδὸν γὰρ οὐδὲν μέρος
164.p494
1
164.p494
τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν.
164.p494
τὰ δὲ σὰ διηγήματα, ἐνστάσεις ἀθλητικαί,
164.p494
2
164.p494
σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων
164.p494
3
164.p494
τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. τὰ δὲ ἡμέτερα οἷα; ἀπέψυκται
164.p494
4
164.p494
ἡ ἀγάπη· πορθεῖται ἡ τῶν πατέρων διδασκαλία· ναυάγια περὶ τὴν πίστιν πυκνά· σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα· λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην τὰς χεῖρας αἴρουσι. καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ, διὰ τὸ τοὺς κακοῦντα
164.p494
λβ́
164.p494
ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν. ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου, καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῶν ἐκκλησιῶν
164.p494
5
164.p494
προσευχὴν συμπαράλαβε, ἵνα εἴπερ ἔτι χρόνοι τινὲς ὑπολείπονται τῇ συστάσει τοῦ κόσμου, καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται τὰ πάντα, διαλλαγεὶς ὁ Θεὸς ταῖς ἑαυτοῦ ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην.

Intertext edge

Open linked passage

Note