Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
169.p501
169.p501
Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ
169.p501
1
169.p501
ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγών, καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. δεῖ δὲ
169.p501
2
169.p501
ὅμως τὴν σὴν εὐλάβειαν μαθοῦσαν τὰ κατʼ αὐτὸν οὕτω λῦσαι τὴν ἀτιμίαν.
169.p502
169.p502
Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρʼ ἡμῶν τῆς κατὰ Οὐήνεσαν
169.p502
1
169.p502
ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος· παρθένους δὲ ἀθλίας συναγαγὼν κατʼ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας
169.p502
2
169.p502
καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλʼ ἀφορμὴν βίου
169.p502
ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος· καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπον
169.p502
3
169.p502
καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον.
169.p503
169.p503
Καὶ τέλος, ἵνα τι μὴ
169.p503
1
169.p503
λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας νῶν παρθένων ὅσας ἠδύνατο, καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται.
169.p503
2
169.p503
σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος· ἀλλʼ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετʼ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖ
169.p503
3
169.p503
ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος.
169.p504
169.p504
Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ
169.p504
γὰρ κοινὸς
169.p504
1
169.p504
πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν· τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή,
169.p504
2
169.p504
τάς γε βουλομένας τυραννεῖσθαι μῂ συγχωρήσῃς, ἀλλʼ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. ἢ μαρτυρόμεθά σοι
169.p504
3
169.p504
ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετʼ ἐπιστήμης καὶ τῆς πρεπούσης
169.p504
4
169.p504
εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.