Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
16.p73
16.p73
Ὁ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλεν
16.p73
1
16.p73
ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς
16.p73
2
16.p73
τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν
16.p73
3
16.p73
καταληπτικὴν φαντασίαν.
16.p74
16.p74
Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα
16.p74
1
16.p74
διείληπται· εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις
16.p74
2
16.p74
ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται· εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος, τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι
16.p74
καὶ φλέβες, ὑμένες καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· εἰ
16.p74
3
16.p74
μονώνυχόν ἐστιν, ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον, καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον· καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλʼ οἱ μὲν
16.p74
4
16.p74
τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται.
16.p75
16.p75
Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω· εἶθʼ οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι;