Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
172.p507
172.p507
Ὅπως ηὔφρανας ἡμᾶς τοῖς
172.p507
1
172.p507
γράμμασιν οὐδὲν δεόμεθα γράφειν. εἰκάζεις γὰρ πάντως αὐτοῖς
172.p507
οἷς ἐπέστειλας τοιούτοις οὖσι.
172.p507
2
172.p507
τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ, καὶ ῥῆμα εἰρηνικόν, καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερευχαριστήσαμεν τῷ Κυρίῳ, δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. εἰ γὰρ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; εὖ δὲ ἴσθι,
172.p507
3
172.p507
εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος
172.p507
4
172.p507
καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. καίτοιγε
172.p507
5
172.p507
μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλʼ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν πατέρων πρεσβεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος,
172.p507
6
172.p507
καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες, ἐργάται ὄντες τῶν ἐντολῶν
172.p507
7
172.p507
ἀνεπαίσχυντοι,
172.p507
διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ, καὶ
172.p507
8
172.p507
ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα διαφυλάσσοντες.