Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
173.p508
173.p508
Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως
173.p508
1
173.p508
ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων
173.p508
2
173.p508
τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω
173.p508
3
173.p508
τρόπον τινὰ μεμφθῆναι
173.p508
4
173.p508
καὶ
173.p508
5
173.p508
ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μὲν οὖν καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι
173.p508
γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντι
173.p508
6
173.p508
τῆς ἐπαγγελίας τὰ ἐφεξῆς ἐπάγειν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπεδημένῃ κεχρῆσθαι
173.p508
7
173.p508
καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως τοῦ Θεοῦ, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει
173.p508
8
173.p508
τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ὡς ἐπʼ αὐτῆς
173.p508
9
173.p508
τῆς ἀληθείας εὕρομεν. καὶ μὲν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ὑπάρχει
173.p508
10
173.p508
ἡμῖν ἐκ
173.p508
11
173.p508
φύσεως πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν,
173.p508
12
173.p508
τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας,
173.p508
13
173.p508
τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε
173.p508
τῆς ἐννοίας ἡμῶν λειπούσης τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου τὴν μνήμην πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπʼ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.