Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
174.p509
174.p509
Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχον
174.p509
1
174.p509
ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρως
174.p509
2
174.p509
πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖν
174.p509
3
174.p509
εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ
174.p509
4
174.p509
ἐχρῆν περὶ τῶν κατὰ τὴν
174.p509
5
174.p509
ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι
174.p509
6
174.p509
χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος.
174.p510
174.p510
Ὅτι μακαρία ἐστὶ
174.p510
1
174.p510
ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι
174.p510
τὸν λόγον τῶν βεβιωμένων. ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου
174.p510
2
174.p510
κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς ἢ ἐλάχιστα ἁμαρτήσεται, διότι
174.p510
3
174.p510
τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ
174.p510
4
174.p510
γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν.
174.p511
174.p511
Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ
174.p511
1
174.p511
ζωὴν ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή, καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλʼ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι.