Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
179.p517
179.p517
Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. διὸ θαρρούντως
179.p517
1
179.p517
πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ δι’ ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφʼ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀληθείας ἕνεκεν
179.p517
2
179.p517
εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι,
179.p517
3
179.p517
προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.