Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
17.p76
17.p76
Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος δι’ ὧν γράφεις ἐνεργεστέρας
17.p76
1
17.p76
ἡμῖν παρέχεις εὐφροσύνας. καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ, τῷ μηδὲν ἐλαττωθῆναι ποιήσαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρατούντων, ἀλλὰ δι’ ὑμῶν
17.p76
2
17.p76
τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον ἢ τὸ ἀκόνιτον, καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται.
17.p76
ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον ὁ Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει.
17.p77
17.p77
Ἀνθʼ ὧν καὶ παράσχοι ὑμῖν
17.p77
1
17.p77
ὁ Κύριος
17.p77
2
17.p77
πᾶσαν εὐθηνίαν οἴκου, καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι. τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην, καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς ὁ πατὴρ εὔξῃ.