Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
181.p520
181.p520
Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστὶν ὁ κοινὸς ἡμῶν πατήρ. ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλʼ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα
181.p520
1
181.p520
καὶ ἀπαγγέλλοντα
181.p520
2
181.p520
ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.

Intertext edge

Open linked passage

Note