Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
185.p525
185.p525
Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλʼ ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλʼ ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλʼ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις
185.p525
1
185.p525
τῷ σώματι, ὁ δι’ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρʼ αὐτοῦ δωρεαῖς.

Intertext edge

Open linked passage

Note