Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
1.p1
1.p1
Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένης
1.p1
1
1.p1
τύχης ἐπηρείας, παρʼ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. καὶ γάρ πως ἤδη καὶ κατʼ ἐμαυτὸν ἔστρεφον, μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας, ὑφʼ ὧν εἰς αὐτοὺς προήχθην, μάθῃς.
1.p2
1.p2
Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας, ὑπεριδὼν τῶν ἐκεῖ. παρέδραμον δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ πόλιν, ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη. καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα, καὶ σὲ ἐν αὐτῇ, τὸ μέγα ὄφελος, ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορμαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. ἢ γὰρ ἀσθενεῖν πάντως ἔδει, καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἢ ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι· ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα, οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. πάλιν οὖν ἔδει Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδʼ ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. ἀλλʼ οὕτω δυσέρως ἦν ὥστε ἢ τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ δὴ κἀκεῖσε· τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος) ἢ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. δοκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον καί, εἴ τι ἔσχατον τῆς καθʼ ἡμᾶς οἰκουμένης χωρίον, καὶ τούτῳ ἐπιπλανηθῆναι.
1.p3
1.p3
Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς πατρίδος διάγοντι συγγενέσθαι οὐκ ἐξεγένετο, μακραῖς ἀῤῥωστίαις ἐξειργομένῳ· αἳ εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. ταῦτα
1.p3
οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; ταῦτα οὐκ ἀνάγκης; ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; ἀλλʼ, ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμμασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης. φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. καὶ δὴ οὖν καὶ ἡμῖν εἰ μὲν παράσχοιτο συνεῖναί σοι, ταῦτʼ ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. ἄμεινον γάρ που πάντως, ἢ ὡς ἂν ἡμεῖς προελοίμεθα,
1.p3
1
1.p3
διοικεῖ τὰ ἡμέτερα.

Intertext edge

Open linked passage

Note