Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
20.p82
20.p82
Χρόνια μέν σοι καὶ τὰ παρʼ ἡμῶν γράμματα, οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας· οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθης,
20.p82
1
20.p82
οὐδὲν ἦν τὸ κώλυον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν· οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων.
20.p83
20.p83
Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; καίτοιγε οὐδὲν ἔργον σοφιστῇ, ἢ τὸ γράφειν· μᾶλλον δὲ εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς, οὐδὲ γράφειν δεήσει, ἄλλος γάρ σοι διακονήσει. γλώττης δὲ χρεία μόνης· ἣ κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλʼ ἑνί γε πάντως τῶν συνόντων λαλήσει, κἂν μηδεὶς παρῇ,
20.p83
ἐφʼ ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε
20.p83
1
20.p83
οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε ἢ αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ.
20.p84
20.p84
Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν ᾧ νῦν ἐσμὲν κἂν παραίτησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων·
20.p84
1
20.p84
καὶ τὸ οἱονεὶ ἐῤῥυπῶσθαι λοιπὸν τῇ κατακορεῖ συνηθείᾳ
20.p84
2
20.p84
πρὸς ἰδιωτισμὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ
20.p84
3
20.p84
τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλήνων. οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν.
20.p84
4
20.p84
ὥστε οὐδεμία παραίτησις σιωπῶντι. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
20.p85
20.p85
Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· ἃ εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃς
20.p85
1
20.p85
πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ,
20.p85
μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳ
20.p85
2
20.p85
γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ
20.p85
3
20.p85
τῶν λυπούντων ἀπέχεσθαι.

Intertext edge

Open linked passage

Note