Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
22.p87
22.p87
Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρʼ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν
22.p87
1
22.p87
ἀναγκαίως
22.p87
2
22.p87
προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν
22.p87
τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν.
22.p87
3
22.p88
22.p88
Ὅτι δεῖ τὸν Χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως
22.p88
1
22.p88
φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μετεωρίζεσθαι, οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. ὅτι δεῖ τὸν Χριστιανόν, κρείττονα τῶν κατὰ τὸν νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. ὅτι οὐ δεῖ βλασφημεῖν· ὅτι οὐ δεῖ ὑβρίζειν. ὅτι οὐ δεῖ μάχεσθαι· ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν· ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· ὅτι οὐ δεῖ ὀργίζεσθαι. ὅτι δεῖ μακροθυμεῖν πᾶν
22.p88
2
22.p88
ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, ἀλλʼ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλία, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα. ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι.
22.p89
22.p89
Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. ὅτι οὐ δεῖ γελᾷν οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. ὅτι οὐ δεῖ ἀργολογεῖν, λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστὶ μήτε πρὸς τὴν ἀναγκαίαν
22.p89
καὶ συγκεχωρημένην ἡμῖν ὑπὸ
22.p89
1
22.p89
τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν καθʼ ὅσον δυνατὸν μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπʼ ἐξουσίας
22.p89
2
22.p89
ἐγγίζειν ἢ λαλεῖν τινὶ τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι, οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πόμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι· ἐν μέντοι τῇ φροντίδι πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραῤῥιπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχῃ, παρορᾷν. ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλʼ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς,
22.p89
3
22.p89
οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι.
22.p90
22.p90
Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν. ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα
22.p90
ἐν ᾧ χαρακτηρίζεται θυμός, ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι. τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέως
22.p90
1
22.p90
ἢ καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι, ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει.
22.p91
22.p91
Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερεία. ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν
22.p91
1
22.p91
καὶ
22.p91
2
22.p91
πρὸς δαψίλειαν ἀναλίσκειν οὐδέν,
22.p91
3
22.p91
ὅπερ ἐστὶ παράχρησις. ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν, ἢ πρωτείων ἀντιποιεῖσθαι. ὅτι δεῖ ἕκαστον προτιμᾷν
22.p91
4
22.p91
ἑαυτοῦ
22.p91
5
22.p91
πάντας. ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων εἰς δόξαν Χριστοῦ
22.p91
6
22.p91
ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου. ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων, μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ γινόμενα.
22.p91
7
22.p91
ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ
22.p91
8
22.p91
τοιαῦτα ἐπιτεταγμένων,
22.p91
9
22.p91
ἐκτὸς εἰ μή πού τινα
22.p91
ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον. ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη, καὶ μὴ ὑπερβαίνοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄζοντα βοηθείας. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρίσκεσθαί τινα. ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι.
22.p92
22.p92
Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου
22.p92
1
22.p92
εὐδοκιμήσει, οὔτε
22.p92
2
22.p92
ἐπιχαίρειν ἐλαττώμασί τινος. ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρίβεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν. ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἢ ἐφησυχάζειν αὐτοῖς. ὅτι δεῖ τὸν ἐλέγχοντα μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν. ὅτι δεῖ τὸν ἐλεγχόμενον ἢ ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει. ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινὸς ἄλλον, ἐνώπιον ἐκείνου ἢ ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τὸ ἔγκλημά τινι, κατʼ ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα, καὶ ἢ πληροφορεῖν ἢ πληροφορεῖσθαι.
22.p93
22.p93
Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις,
22.p93
1
22.p93
θεραπεύειν τὸν ἔχοντά τι κατʼ αὐτοῦ. ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι, ἀλλʼ ἐκ καρδίας ἀφεῖναι. ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφʼ ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφʼ ᾧ ἥμαρτεν,
22.p93
ἀλλὰ καὶ καρποὺς ἀξίους ποιῆσαι τῆς μετανοίας. ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. ὅτι δεῖ τὸν μετὰ τὴν πρώτην καὶ δευτέραν νουθεσίαν ἐπιμένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ, καὶ ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι πρὸς τὴν ἀσφάλειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον, Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται. δεῖ δὲ καὶ πενθεῖν ἐπʼ αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος.
22.p94
22.p94
Ὅτι οὐ δεῖ ἐν
22.p94
1
22.p94
παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων
22.p94
2
22.p94
καὶ καταλίπῃ ἐν ἡμέρᾳ κρίσεως ἀπαραίτητον ἔγκλημα. ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον. ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι’ ἧς γίνονται φαντασίαι νυκτεριναί. ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν ἀπόστολον εἰπόντα· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας. ὅτι οὐ δεῖ
22.p94
φιλάργυρον εἶναι, οὐδὲ θησαυρίζειν εἰς ἀνωφελῆ ἃ μὴ δεῖ. ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπάζεσθαι κατὰ πάντα, καὶ
22.p94
3
22.p94
καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
22.p95
22.p95
Δῴη δὲ ὁ Κύριος μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.

Intertext edge

Open linked passage

Note