Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
250.p798
250.p798
Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις, ἐδεξάμην δʼ οὖν ὅμως
250.p798
1
250.p798
διὰ τοῦ
250.p798
ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ.
250.p799
250.p799
Πλὴν ἀλλʼ , ἐπειδὴ πάλιν ὁρῶ μακρότερόν
250.p799
1
250.p799
μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω· ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν,
250.p799
2
250.p799
ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας· εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπει
250.p799
3
250.p799
τίνες εἰσίν, οἷς ἀνέμιξαν ἑαυτούς, οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλʼ οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. οὗτοι καὶ ἐκλήθησαν παρʼ αὐτῶν εἰς τὴν Σεβάστειαν, καὶ παρέλαβον τὴν ἐκκλησίαν, καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου, καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι
250.p799
κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρʼ αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι, καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι.
250.p800
250.p800
Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; εἰ δέ εἰσί τινες φευκτοί, κατὰ τὸν τῆς ἀκριβείας λόγον εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο.
250.p800
1
250.p801
250.p801
Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθι
250.p801
1
250.p801
ἡμῖν μὴ καταδεχομένοις
250.p801
2
250.p801
τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων.
250.p801
3
250.p801
ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων
250.p801
4
250.p801
ἀφέμενος λόγων, ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου.