Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
251.p802
251.p802
Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων
251.p802
1
251.p802
ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν
251.p802
2
251.p802
τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. τῷ ὄντι γὰρ δυσεύρετον
251.p802
3
251.p802
λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶν
251.p802
4
251.p802
χαλεπότητος παραβλαβεῖσαν, ἀλλʼ ἀκεραίαν
251.p802
5
251.p802
καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθʼ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθʼ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως.
251.p803
251.p803
Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε,
251.p803
μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ
251.p803
1
251.p803
τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, ὃ καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν,
251.p803
2
251.p803
καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι.
251.p804
251.p804
Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖν
251.p804
1
251.p804
κατηγορίας προφέροντες,
251.p804
2
251.p804
ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατʼ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. ταῦτα
251.p804
3
251.p804
δὲ ἐγένετο
251.p804
4
251.p804
πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτούς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖν
251.p804
5
251.p804
οἱ δὲ νῦν κρατοῦντες τῶν ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι, οἱ μὲν ἀντʼ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπʼ ἐκείνων αὐτῶν προαχθέντες.
251.p805
251.p805
Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρʼ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρʼ ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίου νῦν
251.p805
1
251.p805
ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν
251.p805
2
251.p805
συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων.
251.p806
251.p806
Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε
251.p806
1
251.p806
παριὼν
251.p806
2
251.p806
τὴν Παφλαγονίαν Εὐστάθιος, καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει· καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου, ὥστε δεχθῆναι. ἀφώρισε τὸν εὐλαβέστατον ἀδελφὸν Ἐλπίδιον διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν· καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων, ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά. καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. ἡμεῖς δὲ διαβαλλόμεθα, οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλʼ ἐπειδὴ τοῦτο
251.p806
ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. οὓς δὲ
251.p806
3
251.p806
πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι’ αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μὲν καὶ οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς· ἐμοὶ δὲ μὴ παράσχοι ὁ Κύριος τοσαύτην σχολήν ποτε, ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι.
251.p806
4
251.p806
πλὴν ἀλλʼ ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῶν
251.p806
5
251.p806
καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτῶν τῆς χώρας, τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες· εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας.
251.p806
6
251.p806
παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυσιαστήριον. οἳ ἐπειδὴ
251.p806
7
251.p806
μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν
251.p806
8
251.p806
ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. καὶ τὰ μὲν ἐκείνων τοιαῦτα.
251.p807
251.p807
Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. πίστις παρʼ ἡμῖν οὐκ
251.p807
1
251.p807
ἄλλη μὲν ἐν
251.p807
Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ Ῥώμης
251.p807
2
251.p807
ἑτέρα· καὶ ἡ νῦν περιφερομένη οὐ
251.p807
3
251.p807
διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἀεὶ. ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν, οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρός, ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. τίς γὰρ οὕτω τολμηρός, ὃς
251.p807
4
251.p807
τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; ἀλλʼ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺς
251.p807
5
251.p807
τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατε
251.p807
6
251.p807
εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖν
251.p807
7
251.p807
συνευχόμεθα τὴν μερίδα
251.p807
λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.