Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
258.p816
258.p816
Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων
258.p816
βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδη
258.p816
1
258.p816
κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχόν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυον
258.p816
2
258.p816
ἀδελφικὸν ἐπʼ ἀδελφῷ κάμνοντι. οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ ἐκκλησίαι στενάζουσαι
258.p816
3
258.p816
πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι,
258.p816
ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπʼ ἀλλήλων. πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον;
258.p817
258.p817
Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν,
258.p817
1
258.p817
ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῇν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς
258.p817
2
258.p817
ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ
258.p817
3
258.p817
τῷ
258.p817
Ἰταλῷ, πρὸς τὰ παρʼ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι, οὔπω τοῦ κατʼ αὐτὸ ζητήματος τότε κεκινημένου.
258.p817
4
258.p817
τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσομεν, οὔτε τι
258.p817
5
258.p817
πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν
258.p817
6
258.p817
τῇ παρεισαγωγῇ τῶν ξενιζόντων.
258.p818
258.p818
Τὴν δὲ κατὰ Ἀντιόχειαν ἐκκλησίαν, λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν, δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ, μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς
258.p818
ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι. καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀληθείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου, ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ ἐκκλησία κοινωνικόν, ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν, ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι, καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θελῇ· ἐπεὶ καὶ ὁ μακαριώτατος πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια. ὡς οὐκ ὤφειλε ϲ τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα, οὐκ ἐκείνους κρίνοντες
258.p818
ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν. καίτοι πολλὰ μὲν ἠκούσαμεν παρὰ
258.p818
1
258.p818
τῶν ἀδελφῶν, ἀλλʼ οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι Μὴ ὁ νόμος ἡμῶν κρίνει
258.p818
2
258.p818
τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ; ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. πρέπον δʼ ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει, μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾷν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρακάλεσον, ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον, καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν, συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ· πάντως δέ που καὶ ἐδιδάχθησαν. οὐ γὰρ ἂν εἵλου
258.p818
3
258.p818
δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν, μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος.
258.p819
258.p819
Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναι
258.p819
1
258.p819
ἡμῖν κατηξίωσας) πολύ ἐστι παρʼ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν
258.p819
χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν
258.p819
2
258.p819
ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό
258.p819
3
258.p819
εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. οὔτε γὰρ βιβλία ἐστὶ παρʼ αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. ἐκτὸς δὴ τούτων, ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, δι’ ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες·
258.p819
4
258.p819
γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται Θεόν· καὶ εἴ τι τοιοῦτο. τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. διόπερ οὐδὲν ἔχω
258.p819
5
258.p819
πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.