Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
25.p102
25.p102
Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ
25.p102
1
25.p102
οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ
25.p102
2
25.p102
τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν
25.p102
ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται,
25.p102
3
25.p102
μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοι
25.p102
4
25.p102
παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος.
25.p103
25.p103
Τῶν μὲν οὖν
25.p103
1
25.p103
ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τἀληθές) κατεγέλασα. ἦ κομιδῇ γ’ ἂν παῖς εἴην,
25.p103
2
25.p103
τὰ τοιαῦτα μορμολύκεια δεδοικώς.
25.p103
3
25.p103
ἐκεῖνο δέ μοι καὶ φοβερὸν καὶ πολλῆς φροντίδος ἄξιον
25.p103
4
25.p103
ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος, καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν,
25.p103
5
25.p103
ἐπὶ τοσοῦτον
25.p103
6
25.p103
τῆς παρούσης καταστάσεως μετασχεῖν, ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων
25.p103
7
25.p103
ὑπαχθῆναι. καίτοι
25.p103
8
25.p103
τί λέγω ὑπόνοιαν; ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιῤῥήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι.
25.p104
25.p104
Ἀλλʼ, ὅπερ
25.p104
1
25.p104
ἔφην, ἐπὶ τὸν καιρὸν τοῦτον
25.p104
2
25.p104
ἀναφέρομεν τὴν αἰτίαν, ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ περὶ ὧν ἐβούλου οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι· ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς ἑαυτὸν
25.p104
3
25.p104
μεταπέμψασθαι; εἰ δὲ πάντως ἐξειπεῖν ἔδει, καὶ ἀναβολῇ
25.p104
4
25.p104
καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλʼ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόῤῥητα πεφυκότων, ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύλληται τὰ ὦτα τῶν καθʼ ὁποιανδήποτε χρείαν ὑμῖν
25.p104
5
25.p104
ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ
25.p104
6
25.p104
συγγραφόντων;
25.p104
7
25.p104
τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα
25.p104
8
25.p104
τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν.
25.p105
25.p105
Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε·
25.p105
1
25.p105
μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας,
25.p105
2
25.p105
ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν
25.p105
αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.