Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
260.p821
260.p821
Καὶ ἄλλως μὲν
260.p821
1
260.p821
ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφʼ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπʼ αὐτοῖς, ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον
260.p821
αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπʼ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς
260.p821
2
260.p821
ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν.
260.p822
260.p822
Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν
260.p822
1
260.p822
λύσιν ἔχει· τό, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου
260.p822
2
260.p822
ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα, δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σῶματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν
260.p822
3
260.p822
ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις.
260.p822
4
260.p823
260.p823
Ἔστι δʼ οὖν
260.p823
1
260.p823
τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαι
260.p823
2
260.p823
λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ
260.p823
προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι
260.p823
3
260.p823
τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι
260.p823
4
260.p823
αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν
260.p823
5
260.p823
τῷ ὑποδείγματι. οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων.
260.p824
260.p824
Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις,
260.p824
1
260.p824
φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ μὲν
260.p824
ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δε ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο
260.p824
2
260.p824
πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼ
260.p824
3
260.p824
αὐτῷ ἐπαχθέντα,
260.p824
4
260.p824
καὶ οὕτως οὐκ
260.p824
5
260.p824
ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ
260.p824
πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν·
260.p824
6
260.p824
ἕβδομον, ὅτι Θεῷ
260.p824
7
260.p824
ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς,
260.p824
8
260.p824
καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ
260.p824
9
260.p824
τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον
260.p824
διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ᾧ ἡ ἐκδίκησις, καὶ ὁ τρόπος τῆς κολάσεως, δι’ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν
260.p824
10
260.p824
τῷ πονηρευσαμένῳ.
260.p825
260.p825
Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως. μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ Ἄβελ
260.p825
1
260.p825
ὁ ἀδελφός σου;
260.p825
2
260.p825
ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν
260.p825
3
260.p825
παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. ὥστε τὸ Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. νῦν δὲ ἐπεφάνη αὐτῷ ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; ἐντεῦθεν λοιπὸν ἀρίθμει
260.p825
4
260.p825
τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. μία κόλασις. ἐργᾷ
260.p825
5
260.p825
τὴν γῆν. δευτέρα αὕτη. ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ
260.p825
συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλʼ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ
260.p825
6
260.p825
γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. ἐργᾷ οὖν τὴν γῆν, δεινὴ τιμωρία, ἡ μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν.
260.p825
7
260.p825
ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳ
260.p825
8
260.p825
καὶ κοπιῶντι. ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία ἡ ἀκαρπία τῶν πόνων. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν
260.p825
ὑπηρετεῖσθαι
260.p825
9
260.p825
συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. τί ἐστι τὸ Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπʼ αὐτῆς
260.p825
10
260.p825
ὠφελείας. οὐ γὰρ μετετίθετο ἐφʼ ἕτερον τόπον, ἀλλʼ ἠλλοτριοῦτο τῶν ἀπʼ αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσιν
260.p825
11
260.p825
ὁ ἀπὸ Θεοῦ χωρισμός. καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων.
260.p825
12
260.p825
εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν ὁ Κύριος; οὐχ οὕτως. ἀλλʼ ἔθετο σημεῖον ἐπʼ αὐτόν. ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι, εἰς αἰσχύνην καὶ
260.p825
13
260.p825
ὀνειδισμὸν αἰώνιον.
260.p826
260.p826
Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, ὅτι Ἄνδρα
260.p826
ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι εἰ ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ, ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. ἔστι δὲ οὐκ ἀληθές. δύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον· τὸν ἄνδρα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ· καὶ ἄλλο ἀνήρ, καὶ ἄλλο νεανίσκος. Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρασχεῖν τὰς κολάσεις. ὁ μὲν γάρ, ὥσπερ οὐκ ἔμαθε παρʼ ἄλλου φονεύειν, οὕτως οὐδὲ
260.p826
1
260.p826
εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν· ἐγὼ δέ, ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι. ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις.
260.p827
260.p827
Ἔνιοι δέ τινες πρὸς τοιοῦτον ὥρμησαν λόγον, οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ
260.p827
1
260.p827
ἐπήχθη πάσῃ τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι
260.p827
2
260.p827
χύσιν τῆς ἁμαρτίας. τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλʼ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀρίθμησον
260.p827
τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεάς, καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον
260.p827
3
260.p827
τὸν Κύριον.
260.p828
260.p828
Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη, πολλῶν τῶν ἐνόντων ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. δίδου γάρ, φησί, τῷ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, καί, Λόγον δεξάμενος σοφός, αἰνέσει αὐτόν, καὶ ἐπʼ αὐτὸν προσθήσει.
260.p829
260.p829
Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ· εὐλόγησε γὰρ αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἐν οἷς ἐκεῖνο ἐθαύμασα, πῶς, τὰ προάγοντα ὡς σαφῆ παρελθών, ἓν τοῦτο
260.p829
1
260.p829
ἐπεζήτησας, τὸ Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον, πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, ἢ
260.p829
2
260.p829
τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία.
260.p830
260.p830
Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον, οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος
260.p830
καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου. καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου
260.p830
1
260.p830
ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγῃ Παῦλος·
260.p830
2
260.p830
Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλʼ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεῦματι. οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ᾗ ποτε ἦσαν, καταπίπτουσι. δῆλον δὲ ὅτι οὐδέποτε στήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως, ᾧ συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ, διὰ τὸ προκαταβεβλῆσθαι τῇ ἀπιστίᾳ. ὥστε πρώτη εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα
260.p830
3
260.p830
ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεως
260.p830
4
260.p830
ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίονα πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογιστικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.
260.p831
260.p831
Εἰς δὲ σημεῖον ἀντιλεγόμενον· κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν, ἐπὶ σταυροῦ. ἢ σημεῖόν ἐστι τὸ
260.p831
παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον παρὰ τῶν ἁπλουστέρων, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν
260.p831
1
260.p831
τὴν διάνοιαν. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν· καὶ
260.p831
2
260.p831
ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα· καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι. διὰ τοῦτο Εἰς σημεῖον ἀντιλεγόμενον.
260.p832
260.p832
Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος,
260.p832
1
260.p832
ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸν ἐνθυμήσεων.
260.p832
2
260.p832
ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνήν, εἰπόντος, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί, προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται, φησί, τις καὶ περὶ τὴν σὴν ψυχὴν
260.p832
σάλος. ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς
260.p832
3
260.p832
γεύσασθαι θανάτου, καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου, πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις. τουτέστιν ἡ ῥομφαία. ὅπως ἂν
260.p832
4
260.p832
ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοὶ αἰνίττεται, ὅτι, μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ, ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου, βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπʼ αὐτῷ πίστιν. οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου διαδειχθῇ.

Intertext edge

Open linked passage

Note