Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
262.p838
262.p838
Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν, ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης· καὶ συνεχῶς ποίει τοῦτο. μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλλῃς. γνωρίζομεν γὰρ ἑαυτούς, καὶ οἴδαμεν, ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμίας ἰσότης
262.p838
1
262.p838
ἐστὶ κατὰ τὴν φύσιν, ὑπεροχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος, οὐδὲ κατὰ περιουσίαν χρημάτων, οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. ὥστε τί κωλύει σε πλεῖον
262.p838
2
262.p838
φοβούμενον τὸν Δεσπότην, μείζονα ἡμῶν εἶναι κατʼ αὐτὸ τοῦτο; συνεχῶς οὖν ἡμῖν ἐπίστελλε, καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, καὶ τίνες τῶν τῆς ἐκκλησίας τῆς καθʼ ὑμᾶς
262.p838
3
262.p838
ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γράφειν, καὶ τίσιν ἐπαναπαύεσθαι. ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ
262.p838
4
262.p838
αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι
262.p838
τῆς ἀτόπου ἐκείνης ἐννοίας, ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος, καὶ οὐχὶ προσλαβόντος διὰ τῆς ἁγίας Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλʼ αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος.
262.p839
262.p839
Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. ἀλλʼ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν, τοῦ Θεοῦ εἰπόντος· Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. ἔπειτα, πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα, τῇ θεότητι συναφθέν, κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις;
262.p840
262.p840
Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ
262.p840
1
262.p840
φήμη, ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλʼ ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. ταῦτα
262.p840
2
262.p840
οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς
262.p840
τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν
262.p840
3
262.p840
τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.

Intertext edge

Open linked passage

Note