Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
263.p841
263.p841
Κύριος ὁ Θεὸς ἡμῶν, ἐφʼ ὃν
263.p841
1
263.p841
ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι
263.p841
2
263.p841
χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε, ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθʼ ἡμᾶς λυπηρῶν ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς
263.p841
ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλʼ οὖν φέρει τινὰ ἡμῖν
263.p841
3
263.p841
ῥᾳστώνην τὸ ἑτοίμους
263.p841
4
263.p841
ἔχειν τοὺς ἰατρούς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν
263.p841
5
263.p841
τῶν ἀλγημάτων τὴν ἴασιν. διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς
263.p841
6
263.p841
ἡμᾶς ἀφικέσθαι,
263.p841
7
263.p841
μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν. ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται,
263.p841
8
263.p841
ἀλλʼ ἐπιστείλατε ἡμῖν ὅσα παρʼ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν επʼ αὐτοῖς ἡ θλίψις· καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι’ ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν.
263.p842
263.p842
Τὸ μὲν οὖν
263.p842
1
263.p842
ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως
263.p842
ἐμβάλλοντες
263.p842
2
263.p842
βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι
263.p842
3
263.p842
τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε
263.p842
4
263.p842
τοὺς
263.p842
5
263.p842
ταραχὰς παρʼ ἡμῖν
263.p842
6
263.p842
ἐργαζομένους· καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε.
263.p842
7
263.p842
ὁ μὲν γὰρ παρʼ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς,
263.p842
8
263.p842
ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων· ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶν
263.p842
9
263.p842
ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ
263.p842
10
263.p842
καὶ τὴν παρὰ
263.p842
11
263.p842
τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος.
263.p843
263.p843
Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων
263.p843
1
263.p843
λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς
263.p843
2
263.p843
κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὅς, πάλαι
263.p843
μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ
263.p843
3
263.p843
Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπʼ αὐτοῦ δεξάμενος,
263.p843
4
263.p843
μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος.
263.p843
5
263.p843
καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακε
263.p843
6
263.p843
μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς
263.p843
7
263.p843
τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκατατάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ
263.p843
μακαριωτάτου ἐπισκόπου Αιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφʼ ᾗ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παρʼ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφʼ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων.
263.p844
263.p844
Δεύτερος μετʼ αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς ἐκκλησίας παραλυπῶν. τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος
263.p844
1
263.p844
τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας, οὐκ
263.p844
ἐκ γραφικῶν ἀποδείξεων, ἀλλʼ ἐξ ἀνθρωπίνων ἀφορμῶν
263.p844
2
263.p844
τὴν κατασκευὴν ἔχοντα· ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν
263.p844
3
263.p844
λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν
263.p844
4
263.p844
ταραχήν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοί, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων.
263.p845
263.p845
Ὁ μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε· ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς
263.p845
1
263.p845
δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ
263.p845
προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν· ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρʼ ὑμῶν ἐπιζητοῦμεν. γένοιτο δʼ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶκαι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπʼ αὐτῶν. καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν· ἀλλʼ ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι
263.p845
2
263.p845
βλαβερόν, τῆς ἀπʼ
263.p845
3
263.p845
αὐτῶν βλάβης ἐρριξωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρʼ ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν
263.p845
4
263.p845
ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην
263.p845
5
263.p845
βοήθειαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.

Intertext edge

Open linked passage

Note