Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
265.p847
265.p847
ἐπισκόποις Αἰγύπτου
265.p847
1
265.p847
ἐξορισθεῖσιν Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντῃ κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπʼ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι, ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ τῆς δικαιοσύνης κρίμασιν. ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατʼ
265.p847
Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος, εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραήλ, ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν, ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζόμενοι, ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῶν
265.p847
2
265.p847
προβαλλόμενος ὁ Κύριος, ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ἐχαρίσατο ὑποδείγματα. ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν δὲ τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελές, καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέχεσθε
265.p847
3
265.p847
τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλʼ εἴ τι πρὸς οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε, δίκαιον ἐλογισάμεθα
265.p847
4
265.p847
κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. οὗπερ ἕνεκα ἀπεστείλαμεν
265.p847
5
265.p847
καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν καὶ συνδιάκονον Ἐλπίδιον, ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρʼ ἑαυτοῦ δυνάμενον ἀπαγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος ἐκφύγῃ διδασκαλίαν.
265.p848
265.p848
Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν· ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων
265.p848
παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας· ἀλλʼ ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρʼ αὐτῶν βλάβην οὐ κατεδέξασθε. καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ
265.p848
1
265.p848
πλέον ἐλύπησεν ἡμᾶς, ὅσῳ ἔδοξεν εἶναι ἐξ
265.p848
2
265.p848
ἡμῶν τὸ ἐξ ἀρχῆς. τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ
265.p848
3
265.p848
τῷ ἀλγεινῶ,
265.p848
4
265.p848
φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται, ὅτι Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἄν· τὸ δὲ παρʼ ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν
265.p848
5
265.p848
τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾷν τῆς εὐθύτητος τῶν δογμάτων. τί γὰρ ἐν ἔργοις παρʼ αὐτοῦ τολμηρὸν καὶ θερμὸν οὐκ ἐπράχθη; τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; οὐ πᾶσα μὲν Ἐκκλησία ἐφʼ ἑαυτὴν
265.p848
6
265.p848
ἐμερίσθη, μάλιστα δὲ ταῖς ὑπὸ
265.p848
7
265.p848
τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρʼ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν τινὰ παρασυναγωγὴν
265.p848
ἐκδικῆσαι; οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὡς ἄνευ λαοῦ
265.p848
8
265.p848
καὶ κλήρου ἐπισκόπων περιερχομένων, καὶ ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ σωτηρίας; οὐχὶ οἱ περὶ τοῦ Θεοῦ λόγοι πλήρεις παρʼ αὐτῷ εἰσιν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου δι’ αὐτοῦ νῦν ἀνανεωθείσης ἐν τοῖς συντάγμασιν; εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρʼ ἐχθρῶν, ἀλλὰ κατʼ ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε, τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ Πνεῦμα,
265.p848
9
265.p848
καὶ ἄλλα τινὰ σκοτεινὰ ἀσεβήματα,
265.p848
10
265.p848
ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι, εὐχόμενοι μηδεμίαν μερίδα ἔχειν πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. οὐχὶ συγκέχυται παρʼ αὐτῷ ὁ τῆς ἐνανθρωπήσεως λόγος; οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον
265.p848
καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠφάνισε καὶ ἠμαύρωσεν, ὡς ἡ τούτου μυθοποιία; ὅς γε τὴν μακαρίαν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς πολιτευσαμένοις
265.p848
11
265.p848
κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι, ὥστε εἰς γραώδεις
265.p848
12
265.p848
μύθους καὶ λόγους Ἰουδαϊκοὺς ἐκτραπῆναι· ἄνωθεν ἐπαγγέλλεται
265.p848
13
265.p848
τοῦ ναοῦ τὴν ἀνανέωσιν, καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν, καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα, καὶ θυσίαν
265.p848
14
265.p848
ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα
265.p848
15
265.p848
τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα, καὶ σποδὸν δαμάλεως ῥαντίζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμὸν λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως· καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται· ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ· λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν· καὶ ὅλως εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι
265.p848
16
265.p848
κατήργηται, δῆλον
265.p848
17
265.p848
ὅτι
265.p848
τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐντάλμασιν ἀκυρωθήσεται.
265.p848
18
265.p849
265.p849
Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν πραΰτητι
265.p849
1
265.p849
παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας, καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων, ἐβεβαίωσε γὰρ τὸν τῆς παροιμίας λόγον, ὅτι Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν
265.p849
2
265.p849
ἁμαρτίαν, στερρῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια.
265.p850
265.p850
Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνῆσαι
265.p850
1
265.p850
τὴν εὐλάβειαν ὑμῶν, ἵνα μηδὲν
265.p850
ἀπερισκέπτως μηδʼ εὐκόλως περὶ αὐτῶν τυπώσητε. ἀλλʼ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον, ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵνʼ οἱ ἡμῖν συναπτόμενοι δι’ ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος. ἐπεὶ νῦν γε οὐ μετρία κατέσχε λύπη τοὺς πολλούς, ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν, τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων· καὶ οἱ τῆς δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν· ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρʼ ἑαυτοῖς, ἑπόμενοι αὐτῶν τῇ ὑγιαινούσῃ
265.p850
2
265.p850
διδασκαλίᾳ. ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὰ γινόμενα μᾶλλον βεβαιωθῇ
265.p850
3
265.p850
ἐν τῇ πλειόνων συγκαταθέσει, καὶ ἡ εἰρήνη μὴ διεσπᾶτο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς
265.p850
4
265.p850
στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διαφερόντων. οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλʼ ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας, ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ
265.p850
παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει.
265.p851
265.p851
Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα, πάντα πρὸς καταρτισμὸν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μεθʼ ὑμῶν οἰκονομήσαντες, μεθʼ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις, ἐφʼ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες, ὅτι κἂν πάνυ τὸ καθʼ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ δύσει καὶ τοὺς κατὰ τὴν ἀνατολὴν κοινωνικούς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.