Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
267.p854
267.p854
Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν, ἧς ἔχω περὶ τὴν σὴν θεοσέβειαν, ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι’ ἐμαυτοῦ περιπτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην, καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα καταπονεῖ με καὶ φροντὶς ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος, καὶ οὐκ εἰμὶ ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν, καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν
267.p854
σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λυπουμένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδημίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλειτουργῶν σου καὶ τῶν συναθλητῶν
267.p854
1
267.p854
ἃ εὐχόμεθα, καὶ περὶ σοῦ αὐτοῦ, ἃ
267.p854
2
267.p854
νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης.
267.p855
267.p855
Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν,
267.p855
1
267.p855
οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. καὶ τάχα οὐκ ἠδυνήθησαν διασῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως, καὶ ἀπεστείλαμέν
267.p855
2
267.p855
τινα, ἃ καταξίωσον ὑποδέξασθαι
267.p855
3
267.p855
παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως, καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. εἰ δέ τι, καὶ ὡς ἀσχολούμενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν, μηδὲ λυπηθῆς· ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοιποὶ πάντες. ἐρρωμένος,
267.p855
4
267.p855
εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.

Intertext edge

Open linked passage

Note