Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
268.p856
268.p856
Ἔδειξε καὶ ἐφʼ ἡμῶν ὁ Κύριος, ὅτι οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὐτοῦ, τῇ μεγάλῃ
268.p856
1
268.p856
καὶ κραταιᾷ χειρὶ αὐτοῦ
268.p856
2
268.p856
περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τῷ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον, καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν
268.p856
3
268.p856
ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος, ἀβλαβῆ διεφύλαξε.
268.p856
4
268.p856
καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς
268.p856
5
268.p856
ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν,
268.p856
6
268.p856
τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις, οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. πέπεισμαι γὰρ ὅτι, τοῖς δάκρυσι τῶν ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς
268.p856
7
268.p856
ἐπὶ σοὶ πάντες στενάζουσι προσχών, ὁ φιλάνθρωπος
268.p856
διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ.
268.p857
268.p857
Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶν
268.p857
1
268.p857
δι’ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. διὰ δὲ τὸ ἀκοῦσαι
268.p857
2
268.p857
πάντα λῃστῶν καὶ δησερτόρων
268.p857
3
268.p857
πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖν
268.p857
4
268.p857
ἀναγγέλλοντα.

Intertext edge

Open linked passage

Note