Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
269.p858
269.p858
Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει ἡμᾶς αὐτοὺς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραύναμεν καὶ τῇ σεμνότητί σου τῆς παρακλήσεως τὸ εἰκὸς ἀπεπληρώσαμεν. ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σώμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἤλθομεν
269.p858
1
269.p858
ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι
269.p858
2
269.p858
δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα.
269.p859
269.p859
Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπʼ
269.p859
1
269.p859
αὐτῷ ἀφεῖναι δάκρυον; ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε, τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. ἀλλʼ ὅμως ἐλογισάμεθα ὅτι, ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα, τοῖς καθήκουσι χρόνοις πάλιν παρὰ
269.p859
2
269.p859
τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν ἐπὶ τῷ συμβάντι παρακαλοῦμεν, καί, ὡς οἷόν τε, μετρίως φέρειν τὴν
269.p859
συμφοράν. ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν σου καὶ πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλʼ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας
269.p859
3
269.p859
χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει, δι’ ἁπλότητα ἠθῶν βαθεῖαν τὴν
269.p859
4
269.p859
πληγὴν δεξαμένη τῆς λύπης. πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι’ ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες
269.p859
5
269.p859
πάλιν εἰς γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίων φανῆναι τῆς διαλύσεως.
269.p860
269.p860
Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμαστὸς
269.p860
1
269.p860
ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον· ἀλλʼ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅντινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετασχόντων.
269.p860
2
269.p860
μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλʼ ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν αὐτῷ, χάριν ἔχωμεν τῷ συζεύξαντι. τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας· ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι. ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα
269.p860
τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούργησεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατʼ αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν Ἀρινθαῖος. ἀλλʼ ὅμως πέπονθεν ἃ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται.
269.p861
269.p861
Οἴχεται καταλύσας λαμπρῶς, μὴ ὑπὸ γήρως
269.p861
1
269.p861
κατακαμφθείς, μὴ καθυφείς
269.p861
2
269.p861
τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι· μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθείς, διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς
269.p861
3
269.p861
ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. ὧν ὅτι
269.p861
4
269.p861
αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν. καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δι’ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς
269.p861
γυναιξί· καὶ οὕτω τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.