Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
270.p862
270.p862
Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευμένοις οὔτε ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι, ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρανομία ἐστὶ καὶ τυραννὶς ἡ γινομένη αὕτη ἁρπαγή, καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τούτου ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν· ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον Χριστιανοῦ, καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελόμενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν, καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ, κατὰ τὸ ἤδη προλαβὸν παρʼ ἡμῶν κήρυγμα, τριετίαν πανοικεὶ
270.p862
1
270.p862
τῶν εὐχῶν ἐξόρισον. καὶ τὴν
270.p862
κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν, καὶ φυλάξασαν, ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον· ἵνα μάθωσι πάντες, ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἅρπαγα, οὕτως ἀποδιώκειν
270.p862
2
270.p862
αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.