Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
271.p863
271.p863
Εὐθὺς καὶ κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει, ὅσον ἠθύμησα διαμαρτών σου, τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα, τῷ τὰ
271.p863
1
271.p863
ὅμοια πεπονθέναι; ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄριστον Εὐσέβιον, καὶ περιπτύξασθαι, καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν, καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκείνων, ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἕν, καὶ ἑστία μία, καὶ παιδαγωγὸς ὁ αὐτός, καὶ ἄνεσις, καὶ σπουδή, καὶ τρυφή, καὶ ἔνδεια, καὶ πάντα ἡμῖν ἐξ ἴσου
271.p863
2
271.p863
πρὸς ἀλλήλους ὑπῆρχε. πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ, καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον, νέον δοκεῖν
271.p863
πάλιν ἐκ γέροντος γεγενῆσθαι; ἀλλʼ ἐκείνων μέν με διέφυγεν ἡ ἀπόλαυσις, τὸ δὲ διὰ γράμματος ἰδεῖν σου τὴν λογιότητα, καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι, οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμωτάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνιστῶν σοι καὶ οἰκεῖον ποιῶν δι’ ἐμαυτοῦ, μή ποτε δόξω περίεργόν τι ποιεῖν σοὶ προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. ἀλλʼ ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας, καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόντων χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγώ, οὐδεμίαν γνωρίζων κατʼ αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόντων τὰς χεῖρας, τῶν μὴ φοβουμένων τὸν Κύριον, ἐπήρειαν. καίτοιγε εἴ τι
271.p863
3
271.p863
ἐγεγόνει παρʼ αὐτῶν, οὔθʼ οὕτως ἀνάξιος ἦν ὁ ἀνήρ· οἱ δὲ
271.p863
4
271.p863
ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν, ἢ ἀφαιροῦνταί τι τῆς ὑπαρχούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾷν, σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.