Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
272.p864
272.p864
Ἀπήγγειλέ μοι Ἀκτίακος
272.p864
1
272.p864
ὁ διάκονος, ὅτι σέ τινες ἐλύπησαν καθʼ ἡμῶν, διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὐταὶ παραφύεσθαι θεραπεῖαι, οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι’ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. καὶ σχεδόν, ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες, ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ
272.p864
2
272.p864
τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν.
272.p865
272.p865
Ἀλλʼ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς καὶ διαβολὴν κατʼ ἐμοῦ παραδέξασθαι,
272.p865
1
272.p865
ὃς πολλοὺς ἀγαπήσας ἐκ τῆς πρώτης
272.p865
ἡλικίας μέχρι τοῦ γήρως τούτου, οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾷν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. οἶδας δὲ ὅσον
272.p865
2
272.p865
δύναται πρὸς φιλίαν τὸ ἔθος. εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρʼ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητήσεις,
272.p865
3
272.p865
ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην. μὴ γάρ ποτε εἰς τοῦτο καταβαίη τὰ σά, ὥστε τῆς παρὰ τῶν οὕτω μικρῶν, ὁποῖος αὐτός εἰμι, εὐεργεσίας προσδεηθῆναι.
272.p866
272.p866
Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. πῶς δὲ τὴν Ὑμητίου
272.p866
1
272.p866
εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκειώσεως,
272.p866
2
272.p866
ἀνδρὸς οὕτω δαπανῶντος τὴν οὐσίαν; ἀλλʼ οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρʼ ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι, τὸ παρʼ ἐμοῦ πρὸς τινὰς τῶν θορυβούντων λεχθέν, ὅτι Εἰ μὲν προείρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς, κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπουδαζόμενα· εἰ δὲ μεταβουλεύσεται, μὴ παρασύρητε τὸ σεμνότατον
272.p866
3
272.p866
ὄνομα τοῦ φίλου ἡμῶν, μηδὲ ἐν προσχήματι δῆθεν τῆς περὶ τὸν
272.p866
προστάτην ὑμῶν
272.p866
4
272.p866
σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν, ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλήν, καταπράττεσθε. πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι’ ἐμαυτοῦ οὔτε δι’ ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου.
272.p867
272.p867
Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ἀπεγνωσμένον
272.p867
1
272.p867
ἡγῇ, καὶ καταφρονεῖν τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες, καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ
272.p867
2
272.p867
σὲ διάθεσιν, τὸν Ἀλέξανδρον μιμούμενος, ὅς, ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι, τῷ μήτε ἁλῶναί ποτε εἰς
272.p867
3
272.p867
φιλίαν ἐξαμαρτών, καὶ ἔτι παρὰ τοῦ Θεοῦ
272.p867
μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλʼ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.

Intertext edge

Open linked passage

Note