Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
277.p872
277.p872
Ἀνήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶς
277.p872
1
277.p872
ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον,
277.p872
ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν
277.p872
2
277.p872
μεταστάντα βίον, χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳ
277.p872
3
277.p872
ποιῆσαι, ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ οἷα εἰκός, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται.
277.p872
4
277.p872
ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει, καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τῷ ὄντι γάρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. τοῦτο δὲ ἐστιν ἡ παρὰ Θεοῦ τιμή.
277.p873
277.p873
Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. ἥ τε γὰρ νεότης τῶν ἠρινῶν. ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται.
277.p873
1
277.p873
καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον
277.p873
ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων
277.p873
2
277.p873
τοῖς ἐντυγχάνουσιν. ὧν
277.p873
3
277.p873
ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου
277.p873
4
277.p873
ἀγαθῶν.
277.p874
277.p874
Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν
277.p874
1
277.p874
καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο,
277.p874
2
277.p874
μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοι
277.p874
3
277.p874
προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.

Intertext edge

Open linked passage

Note