Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
280.p878
280.p878
Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλʼ οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλόν, καὶ καταθαρροῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων, οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. ὁ τοίνυν τὴν ἐπιστολὴν ἡμῶν ταύτην ἐπιδιδοὺς
280.p878
1
280.p878
ἐν υἱοῦ μοι τάξει καθέστηκεν. ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα, ὃ ἀνθʼ ἱκετηρίας προτείνεταί σοι ὁ προειρημένος, καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθʼ ἑαυτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων, καὶ ἐμοὶ ὑπάρξῃ καλλωπίσασθαι
280.p878
2
280.p878
ὅτι μοι δέδοται τοιοῦτος παρὰ
280.p878
τῆς χάριτος τοῦ Θεοῦ προστάτης, ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.