Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
281.p879
281.p879
Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι
281.p879
1
281.p879
μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. κέχρημαι τοίνυν τῇ δωρεᾷ, καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος, ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. ἐπεὶ
281.p879
2
281.p879
δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν, καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.