Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
282.p880
282.p880
Μὴ καλούμενος ἐγκαλεῖς, καὶ καλούμενος οὐχ ὑπακούεις. ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ
282.p880
προτέρᾳ σκέψει μάτην χρησάμενος. οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. ἐπάκουσον οὖν καλοῦσι νῦν, καὶ μὴν γένῃ πάλιν ἀγνώμων, εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ, εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλʼ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτο σοι μὴ δοκεῖ,
282.p880
1
282.p880
τοῖς γοῦν τιμιωτέροις, τὴν χάριν.