Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
283.p881
283.p881
Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρʼ ἡμῶν τυποῦσθαι· συντυχίας δὲ
283.p881
1
283.p881
καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. στοχάζεσθαι δὲ ὀφείλεις ἐν τῶν κατὰ σεαυτὴν πραγμάτων. εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ
283.p881
2
283.p881
τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφʼ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν;
283.p882
283.p882
Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσθαι, ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν, κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾷν, αὐτάρκη τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸ τὸ συμφέρον.