Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
284.p883
284.p883
Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιότητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπʼ αὐτοῖς αἰτεῖν, ἀλλʼ ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας· ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων, ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. καὶ γὰρ εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων
284.p883
κοινωνίαν ἀποκτησάμενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι’ αἰδοῦς ἄξεις, καὶ βουλήσει
284.p883
1
284.p883
σεαυτῷ
284.p883
2
284.p883
κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.