Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
289.p888
289.p888
Ἐγὼ ἴσον ἡμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾷν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον
289.p888
τῇ τιμωρίᾳ,
289.p888
1
289.p888
τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε, ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας· καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι, ὥστε εἴ τι ὄφελος ἡμῶν
289.p888
2
289.p888
παραγγελμάτων, τότε ἂν ἠκούσθην, πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ἢ
289.p888
3
289.p888
ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα.
289.p889
289.p889
Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλὴν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα, καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου. ἵνα ἑνὸς τούτου τύχοιμι, τῆς παρὰ Θεοῦ
289.p889
1
289.p889
εὐδοκιμήσεως καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου, ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν, καὶ ἀγνοίᾳ τῶν κατʼ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένη ἐλάσαι· εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως, ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατʼ ἐμοῦ
289.p889
2
289.p889
βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. ἐφʼ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως, πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας.
289.p889
πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι’ ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων, διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ.
289.p890
289.p890
Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. ὁ δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην,
289.p890
1
289.p890
καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.
289.p891
289.p891
Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται.
289.p892
289.p892
Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον,
289.p892
1
289.p892
οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.