Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
28.p111
28.p111
Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼ
28.p111
1
28.p111
αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ
28.p111
διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων.
28.p112
28.p112
Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφʼ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα,
28.p112
1
28.p112
οὔτʼ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν,
28.p112
2
28.p112
οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν, δέδοικα μὴ προδος
28.p112
3
28.p112
ίαν ἔχῃ τῆς ἀληθείας. οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθʼ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις
28.p112
4
28.p112
ὑπερενεγκὼν
28.p112
5
28.p112
ἀγαθοῖς, ἔρεισμα πατρίδος, ἐκκλησίων κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπʼ αὐτὸν ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν.
28.p113
28.p113
Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ, ἀλλά, κατὰ τὴν Μωϋσέως
28.p113
1
28.p113
εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν
28.p113
2
28.p113
θησαυρῶν
28.p113
παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων. ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλʼ ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. μόνοι γὰρ ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν
28.p113
3
28.p113
ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. μήτε δὲ ἅψαιτό ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀταραξίας
28.p113
4
28.p113
τὴν χάριν ἔδωκας.
28.p114
28.p114
Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ· μηδὲ θρήνων ἀμετρίᾳ, καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι, τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. ἀλλʼ εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ
28.p114
1
28.p114
φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς δέ, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετʼ ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε.
28.p115
28.p115
Καίτοιγε εἰ καὶ μὴ ἐπʼ ἐσχάτου γήρως
28.p115
1
28.p115
ἤλαυνεν ὁ ἀνήρ, ἀλλʼ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸν
28.p115
2
28.p115
ἐπὶ
28.p115
3
28.p115
ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται,
28.p115
4
28.p115
ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε·
28.p115
5
28.p115
σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας· οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι, ἀλλʼ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν· ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει.
28.p116
28.p116
Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. τίς ὀξύτερος
28.p116
1
28.p116
ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει, ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπʼ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. νῦν ἀπήνθηκέ σοι
28.p116
2
28.p116
κόσμος ὁ κάλλιστος· ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν
28.p116
κορυφαῖον ἐπιποθεῖ· λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει, οἰκεῖον ἑαυτῷ
28.p116
3
28.p116
καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν.
28.p116
4
28.p117
28.p117
Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφʼ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; οὐκ ἀποβλέψομεν
28.p117
1
28.p117
πρὸς τὸν κοινὸν Δεσπότην, ὃς ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὃς ἐκκλησιάζων ὑμῖν
28.p117
2
28.p117
ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. πολλοὶ οἱ κύνες. τί λέγω κύνες; λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινὸς ποιμένος ἐπιστασίᾳ. ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπʼ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς ἐκκλησίας ὑμῶν ἐχαρίσατο. ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν
28.p117
3
28.p117
εἰς τὸ μέσον τοὺς παρʼ ἡμῶν τυχὸν οὐ προσδοκωμένους.
28.p118
28.p118
Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦ
28.p118
1
28.p118
διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους.
28.p119
28.p119
Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων
28.p119
1
28.p119
νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστέ, καθάπερ καὶ ἡμεῖς ὑμῶν, εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι, ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢ
28.p119
2
28.p119
ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, μηδὲ
28.p119
3
28.p119
ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδʼ ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν.
28.p119
4
28.p119
τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν ἐκκλησίων συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν
28.p119
5
28.p119
διεβεβαιοῦτο,
28.p119
προλήψεις, ἀλλʼ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.