Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
290.p893
290.p893
Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν τὴν διὰ
290.p893
τοῦ γράμματος. μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρʼ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. τί γὰρ ἂν
290.p893
1
290.p893
ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων.
290.p894
290.p894
Περὶ μέντοι τῆς τῶν προστησομένων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος, ἢ ἱκεσίαις ἐνδιδούς, ἢ φόβῳ εἴκων ποιῶ τι, μήτε ταῦτα
290.p894
1
290.p894
ποιήσαιμι. οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι, τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος. εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων, ἅπερ ἂν μαρτυρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ
290.p894
2
290.p894
οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι, προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφʼ ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα,
290.p894
ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι, τῆς ἀληθείας δὲ
290.p894
3
290.p894
πάμπληθες ἀπολείπεται.
290.p895
290.p895
Σκέψαι δέ, ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι, μή ποτε τῶν ἁμαρτανομένων ἐφʼ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντων
290.p895
1
290.p895
ποτέ, διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν; εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ
290.p895
2
290.p895
παρʼ ἡμῶν αἰτεῖν, ἀλλʼ οὐχὶ αὐτὸν παρʼ ἑαυτοῦ λαμβάνειν; εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλʼ οὐχὶ ἀγανακτεῖν· καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλʼ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν
290.p895
3
290.p895
πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.