Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
292.p900
292.p900
Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας
292.p900
1
292.p900
ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, ὃ περισχὸν
292.p900
2
292.p900
ἡμῶν τὴν ἀνθρωπότητα,
292.p900
τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι.
292.p901
292.p901
Ἐπειδὴ οὖν οἰκεῖον μέν σε ἑαυτῷ
292.p901
1
292.p901
ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης
292.p901
2
292.p901
τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν, καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε, ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα, λελογισμένως τὴν χάριν δέξασθαι, καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ, πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐμβαλὼν
292.p901
3
292.p901
τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλʼ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων, ὡς Χριστὸν ἐνδυσάμενος. ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.