Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
293.p902
293.p902
Πῶς σοι τὸν ἐν μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν; εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν
293.p902
ἐνέργειαν; πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα; εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον, οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτοις
293.p902
1
293.p902
ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. τῷ ὄντι γὰρ κυβερνήτῃ
293.p902
2
293.p902
μὲν οὐκ ἐφεῖται
293.p902
3
293.p902
γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. καὶ γὰρ οὔτε ζημίαι, οὔτε ἀρρωστίαι, οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου, ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν τῷ Θεῷ, ἐμπορευομένην,
293.p902
4
293.p902
καὶ τὸ μέλλον ἀποσκοποῦσαν, καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν. ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων.
293.p903
293.p903
Σὲ δὲ τοσοῦτον ἰδεῖν ὑπὸ τῶν πραγμάτων
293.p903
1
293.p903
ἐπετράπημεν, ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. πλὴν ἀλλʼ , ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς
293.p903
πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σέ τινι τὰ καθʼ
293.p903
2
293.p903
ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. δεῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριῇ.

Intertext edge

Open linked passage

Note