Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
294.p904
294.p904
Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν ἢ σπερμάτων ἐπιμέλεια, καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν δι’ εὐφυΐαν βελτίους ἐφʼ ἑαυτοῖς ὑποφαίνουσι
294.p904
1
294.p904
τὰς ἐλπίδας. χαίρει γὰρ πονῶν
294.p904
2
294.p904
καὶ γεωργός, ἁδρυνομένων αὐτῷ
294.p904
3
294.p904
τῶν ἀσταχύων ἢ τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους, καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφʼ ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφʼ ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθείας. εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ
294.p904
Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεὸς συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος, καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. ἀνίκητος γὰρ ἡ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας.
294.p905
294.p905
Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς δι’ ὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν, μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. καὶ τοῦτον ἡμῖν ἡ πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους, σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας· ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι, τῇ διανοίᾳ σύνεσμεν ἀεί, καὶ προσομιλοῦμεν ῥᾳδίως, τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε θαλάσσης κωλυομένης, εἴ τίς
294.p905
1
294.p905
ἐστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.

Intertext edge

Open linked passage

Note