Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
295.p906
295.p906
Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι, μετὰ τοὺς λόγους οὓς δι’ ἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, ὃ καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα, καὶ ηὐχαριστήσατε δι’ αὐτὸ τῷ Κυρίῳ. ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρʼ ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν
295.p906
1
295.p906
ὀφείλοντα ἐπὶ ὠφελείᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπʼ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ
295.p906
Χριστοῦ, οὗ τὸ ὄνομα ἐπικέκληται ἐφʼ ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ, καὶ τὸ νωθρὸν διεγείρῃ, καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ.
295.p907
295.p907
Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους, καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφʼ ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται
295.p907
1
295.p907
καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ· ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ὑμᾶς
295.p907
2
295.p907
ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως. ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν πατέρων πίστεως, καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ὑμετέρᾳ
295.p907
3
295.p907
ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων, εἰδότας
295.p907
4
295.p907
ὅτι οὔτε πολιτείας ἀκρίβεια καθʼ ἑαυτήν, μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη, ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία, ἀγαθῶν ἔργων ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ
295.p907
5
295.p907
ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ ἀπόστολος, δι’ ἀγάπης ἐνεργουμένη.

Intertext edge

Open linked passage

Note