Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
296.p908
296.p908
Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες, κατεθαρρήσαμεν ὡς θυγατρὸς πρώην, καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα, πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι, παρετείναμεν δʼ οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι τῆς
296.p908
1
296.p908
διαθέσεως τὸ γενομένον.
296.p908
2
296.p909
296.p909
Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεί, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ.
296.p910
296.p910
Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων
296.p910
1
296.p910
τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχήν, καὶ ἐπιδιδῷ
296.p910
2
296.p910
πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.

Intertext edge

Open linked passage

Note