Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
297.p911
297.p911
Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσης
297.p911
1
297.p911
μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε δι’ αὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν.
297.p912
297.p912
Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί
297.p912
1
297.p912
σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται,
297.p912
2
297.p912
ἰδιοπαθήσῃς
297.p912
3
297.p912
καὶ ἀντιλάβῃ
297.p912
4
297.p912
αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.