Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
2.p4
2.p4
Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθʼ ἡμῶν βίον πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθῃς καὶ τῆς διαγωγῆς σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν
2.p4
ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλʼ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπορουμένοις
2.p4
1
2.p4
καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία
2.p4
2
2.p4
καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα
2.p4
3
2.p4
τῆς ἐρημίας
2.p4
4
2.p4
ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου (εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι), ταῦτά ἐστιν.
2.p5
2.p5
Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ
2.p5
1
2.p5
μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ αὐτοῦ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ
2.p5
γάμου συνεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκατειλημμένον
2.p5
2
2.p5
ὁμοζύγῳ
2.p5
3
2.p5
ἕτερος θόρυβος φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία·
2.p5
4
2.p5
ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα,
2.p5
5
2.p5
γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. καὶ
2.p5
6
2.p5
αἱ νύκτες τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι,
2.p5
7
2.p5
ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν.
2.p6
2.p6
Τούτων δὲ μία φυγή, ὁ χωρισμὸς
2.p6
1
2.p6
ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις. ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον
2.p6
ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα,
2.p6
2
2.p6
οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι.
2.p7
2.p7
Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. τί οὖν μακαριώτερον
2.p7
1
2.p7
τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα, ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς διαλάμψαντος, ἐπʼ ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς
2.p7
2
2.p7
συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται.
2.p8
2.p8
Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. νοῦς μὲν γὰρ μὴ
2.p8
σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος
2.p8
1
2.p8
ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι’ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος
2.p8
2
2.p8
καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως ἕκαστα ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ.
2.p9
2.p9
Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ
2.p9
1
2.p9
ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσοιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀῤῥωστήματι φάρμακον. καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρʼ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ
2.p9
Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς
2.p9
2
2.p9
φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη. πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν ταὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος ἦν
2.p9
3
2.p9
καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθʼ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας
2.p9
4
2.p9
γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.
2.p10
2.p10
Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν.
2.p10
οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα
2.p10
1
2.p10
αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ
2.p10
2
2.p10
τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ.
2.p11
2.p11
Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει, περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλʼ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ
2.p11
1
2.p11
ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χοήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως· καὶ εἰ παρʼ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν
2.p11
2
2.p11
ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ
2.p11
τῆς θεραπείας· πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρʼ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλʼ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν
2.p11
3
2.p11
ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθʼ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμψασθαι τὸν ἐλέγξαντα.
2.p12
2.p12
Ἕπεται δὲ τῷ ταπεινῷ καὶ κατεβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆς συννενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατʼ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν
2.p12
1
2.p12
γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδʼ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι.
2.p12
ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν.
2.p13
2.p13
Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλʼ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τῆς τροφῆς ἀξίως γινέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴν
2.p13
1
2.p13
εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη, ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα· ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις
2.p13
2
2.p13
ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ
2.p13
3
2.p13
ἀπασχολεῖσθαι
2.p13
4
2.p13
τὸν ἀσκητήν.
2.p14
2.p14
Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ συμμέτρῳ
2.p14
1
2.p14
τῆς διαίτης· κατʼ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ
2.p14
2
2.p14
τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοις
2.p14
3
2.p14
φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. ἀλλʼ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθʼ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν
2.p14
4
2.p14
τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.

Intertext edge

Open linked passage

Note