Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
301.p919
301.p919
Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργείας
301.p919
1
301.p919
ἀρκέσειε· νῦν μὲν τὴν ζημίαν λογιζόμενοι,
301.p919
2
301.p919
ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθʼ ἑαυτὴν
301.p919
3
301.p919
τάγματος ἀπολέσαν,
301.p919
4
301.p919
νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες· οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα, καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου
301.p919
5
301.p919
θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ, πῶς οὐκ ἄν, εἰ καὶ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν;
301.p920
301.p920
Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης μὲν ὁμιλίας οἰκειότης
301.p920
τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν, ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά· ὅτε δὲ καὶ τῆς μακαρίας ἐκείνης ψυχῆς ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφʼ ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί —οὕτω πρὸς τρόπους
301.p920
1
301.p920
ἀλλήλοις ἦτε, ὥσπερ ἐν κατόπτρῳ ἑκάτερος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προδεικνύς.
301.p920
2
301.p920
καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο.
301.p921
301.p921
Ἀλλὰ τί χρὴ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν, καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα, εἶτα τῶν δεσμῶν
301.p921
1
301.p921
τοῦ σώματος ἀπολύεσθαι;
301.p922
301.p922
Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι· ἀλλʼ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. σὲ δέ, τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα, καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς
301.p922
1
301.p922
ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασώζειν,
301.p922
2
301.p922
μὴ τῇ νῦν ζημίᾳ δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ τὸν βίον
301.p922
3
301.p922
μακαρισθεῖσιν ὑπῆρξεν· ὅπου
301.p922
4
301.p922
καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν οὐ μικρόν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις· πολλοὺς γὰρ ἔγνωμεν τὴν διάλυσιν τῆς ἀκαταλλήλου
301.p922
5
301.p922
συνοικήσεως ὥσπερ βάρους ἀπόθεσιν δεξαμένους.
301.p923
301.p923
Ἀπόβλεψον πρὸς
301.p923
1
301.p923
τὸν οὐρανὸν καὶ τὸν ἥλιον, καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν
301.p923
2
301.p923
ἐν κύκλῳ, ὅτι ταῦτα μέν, τοσαῦτα ὄντα καὶ τηλικαῦτα, μικρὸν ὕστερον οὐ φανήσεται· καὶ ἐκ πάντων τούτων ἐκεῖνο συνάγαγε, ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως, τὸ ἐκ τῆς κοινῆς φύσεως
301.p923
3
301.p923
ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα· ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. διότι γὰρ
301.p923
4
301.p923
εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ δημιουργὸς ἐμηχανήσατο. εἰ δέ, ὅτι θᾶττον προαπῆρεν ἡμῶν, ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἐπιλιπούσῃ.
301.p923
5
301.p923
πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω, Χριστιανὸν ὄντα καὶ ἐπʼ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα.
301.p924
301.p924
Οὕτως οὖν διανοεῖσθαι προσῆκεν, ὡς ὁδόν τινα παρελθούσης,
301.p924
1
301.p924
ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι· εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα
301.p924
τιμωρίαις ὑπόχρεοι. ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος, τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.
301.p924
2