Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
302.p925
302.p925
Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν ; πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὅς, εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτʼ ἀκούσας αὐτὸν
302.p925
1
302.p925
ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον, οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἠ ἐπὶ σοὶ φροντὶς διεδέξατο, λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὔτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχήν, οὕτω μὲν φύσει χρηστὴν οὖσαν, καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο.
302.p926
302.p926
Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; πρῶτον μέν, ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις,
302.p926
1
302.p926
ἀλλὰ καταδεχώμεθα τὴν ἐφʼ ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον, μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος, μηδὲ χρόνῳ καταμαρανθέντος, ἀναχωρῆσαι τοῦ βίου, ἀλλʼ ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων
302.p926
2
302.p926
τὴν ζωὴν καταλῦσαι. ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου, δυσχεραίνειν ὀφείλομεν· ἀλλʼ ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν, εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ ἀρχὴ τῆς ζημίας ἐπῄσθητο,
302.p926
3
302.p926
ὃν καὶ ὁ βασιλεὺς ἀνεκαλέσατο, καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν.
302.p927
302.p927
Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ
302.p927
1
302.p927
ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ὑπενεγκών, μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ ἀποστόλου. ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι,
302.p927
τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι. ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν· καὶ μεριμνῶσα δὲ περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις
302.p927
2
302.p927
τοῖς λογισμοῖς. ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας, καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτόν, ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ, ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπʼ αὐτῆς. παράσχοι δὲ ὁ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν, καὶ πάσαις ταῖς καθʼ ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατʼ ἀρετὴν βίου.