Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
305.p930
305.p930
Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶσσα αὐτοῦ· ἐν ὀρθοδόξων
305.p930
1
305.p930
μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας, καὶ
305.p930
ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι, πρὸς πάντα
305.p930
2
305.p930
ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι, ταῦτα λέγοντι. διηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων, ἢ ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν.
305.p931
305.p931
Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ δι’ ἡμῶν, ἀλλʼ ἵνα ἐμὲ εὐεργετήσῃ, τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου
305.p931
1
305.p931
ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψαιτο
305.p931
2
305.p931
ὁ Κύριος τῆς ἀγαθῆς προαιρέσεως. καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε.
305.p931
3
305.p931
σημαίνετε ἡμῖν καὶ τὰ τῶν ἐκκλησιῶν ὅπως ἔχει.