Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
306.p932
306.p932
Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης, καὶ τὴν αἰτίαν γνωρίζω. φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιΐας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότητος τοὺς χαρακτῆρας, ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη.
306.p933
306.p933
Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καί, κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων, τοῖς ἀπελθοῦσιν ὀφειλομένου, δέονται τῆς παρὰ σοῦ προστασίας ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρός, κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ, προστάγματι δημοσίῳ συγχωρηθῆναι κινῆσαι· ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρασχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυθίαν. ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξανδρείας, καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότητος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν.